πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος. τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν. οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ ὅ τι ἂν βούληται. ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα. τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος· εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως. ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι. ΜΑΡΤΥΡΕΣ. ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί. ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι· τούτων δʼ οὐδέτερον προῃρούμην.