ἀλλὰ τί χρὴ παθεῖν; ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν; μηδαμῶς. κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθʼ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθʼ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. τἄλλα δὲ ταῦθʼ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. καὶ φύσει μάχεσθαι μὲν ἔχοντʼ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δʼ ἰδόνθʼ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον. ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε; πολλὰ καὶ δεινὰ πέπονθας; οὐκοῦν εἴληφας δίκην. οὐ παρʼ ἐμοῦ γε; οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπʼ ἐμοῦ. οὐ γὰρ ἄν ποτʼ ἀφῆκας, οὐδʼ, ὅτʼ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρʼ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλʼ εἰργασμένον. εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδʼ ἐπιδημῶν ἐγώ τί σʼ ἠδίκησα; εἰ τοίνυν ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλʼ ἄλλα τοιαῦτα γίγνεται. ἀλλʼ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι. καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. οὐδέ γʼ, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστʼ ἐπεξιέναι, ἀλλʼ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα. εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετʼ ἐφʼ ἡμῶν.