ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύʼ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις)· ἐπειδὴ δʼ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δʼ ἐγγυητής; οὑτοσί· οὐδὲν οὔτʼ ἀντίγραφον οὔτʼ ἄλλʼ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθʼ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας. καὶ ἔγωγʼ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτʼ ἀνεχόμενος. ὅτι δʼ οὖν ἠναγκαζόμην, παρʼ ἃ ἡγούμην δίκαιʼ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν. ΠΡΟΚΛΗΣΙΣ. φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δʼ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγʼ, ὅ τι ποτʼ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δʼ εἰδῆθʼ ὑφʼ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθʼ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγʼ ἐπεδήμουν, οὐδʼ αὐτὸς ἐγκαλεῖ. βούλομαι δʼ ὑμῖν καὶ διʼ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵνʼ εἰδῆθʼ ὅτι καὶ νῦν οὐδὲν οὔτʼ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότʼ ἐκεῖνον σεσυκοφαντῆσθαι. οὗτος γὰρ ᾐτιάσατʼ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντʼ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον.