οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτʼ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατʼ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μʼ ἐπὶ τοῦτʼ ἀποχωρεῖν, καὶ καθʼ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον. λέγε δʼ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται. ΕΓΚΛΗΜΑ. ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ. ἐπίσχες. ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλʼ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτʼ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθʼ οὐδʼ ὁτιοῦν δήπουθεν ᾔδειν; εἶτα καὶ πόση μωρία, λέγονθʼ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτʼ ἂν ποιῆσαι; τί οὖν ἐστι τοῦτο; οὐκ ἔχων οἶμαι κατʼ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτʼ ἐποίησε. λέγε τἀκόλουθον. ΕΓΚΛΗΜΑ. καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ. ἐπίσχες. πάλιν ταυτὶ πάνθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δʼ αὑτόν. ταῦτα δʼ οὐχ οἷόν τε τὸν μὴ παρόντα. οὔτε γὰρ καθίστην ἐγώ, ὅ γʼ ὢν ἐν τῷ Πόντῳ, οὔτʼ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ;