οὐδὲ τὸν Φορμίωνʼ ἐκεῖνος οὐχ ὁρᾷ. καίτοι εἰ κατὰ τοῦτʼ οἴει σοι προσήκειν τῶν τούτου, ὅτι τοῦ πατρός ποτʼ ἐγένετο τοῦ σοῦ, ἐκείνῳ προσήκει μᾶλλον ἢ σοί· ὁ γὰρ αὖ σὸς πατὴρ ἐκείνων ἐγένετο, ὥστε καὶ σὺ καὶ οὗτος ἐκείνου γίγνεσθʼ ἐκ τούτου τοῦ λόγου. σὺ δʼ εἰς τοῦθʼ ἥκεις ἀγνωμοσύνης ὥσθʼ ἃ προσήκει σοι τοὺς λέγοντας ἐχθροὺς νομίζειν, ταῦτʼ αὐτὸς ποιεῖς ἀνάγκην εἶναι λέγειν. καὶ ὑβρίζεις μὲν σαυτὸν καὶ τοὺς γονέας τεθνεῶτας, προπηλακίζεις δὲ τὴν πόλιν, καὶ ἃ τῆς τουτωνὶ φιλανθρωπίας ἀπολαύσας ηὕρεθʼ ὁ σὸς πατὴρ καὶ μετὰ ταῦτα Φορμίων οὑτοσί, ταῦτʼ ἀντὶ τοῦ κοσμεῖν καὶ περιστέλλειν, ἵνα καὶ τοῖς δοῦσιν ὡς εὐσχημονέστατʼ ἐφαίνετο καὶ τοῖς λαβοῦσιν ὑμῖν, ἄγεις εἰς μέσον, δεικνύεις, ἐλέγχεις, μόνον οὐκ ὀνειδίζεις οἷον ὄντα σʼ ἐποιήσαντʼ Ἀθηναῖον. εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις· ἃ γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων. ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου. ΜΑΡΤΥΡΙΑΙ. εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον, ὅσʼ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν. οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι. εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς, ταῦθʼ εὑρήσεις ὧν ἔστιν, ἐάν, ὃ μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι. ὁρᾷ τὸν Ἀριστόλοκον τὸν Καπιδήμου· ποτʼ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο. καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων. σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν ὁ πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο.