ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τʼ ἄλλʼ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. εἰκότως· εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτʼ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας. ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχʼ ἂν εἴποι τοῦθʼ ὡς ἐξηπατήθηθʼ ὑμεῖς· ὁ δʼ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίνʼ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο; οὐδεμίαν δήπου. διόπερ τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. ἃ τῷδε γέγονεν ἀμφότερα· καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν. ὡς δʼ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι. λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον. ΝΟΜΟΣ. ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν· Ἀπολλόδωρος δʼ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθʼ οὓς ὀμωμοκότες δικάζετε. καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθʼ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι.