<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg036.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="19"><p>περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται. πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν; οὐδὲ εἷς δήπου. καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων.</p></div><div type="textpart" subtype="section" n="20"><p>δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη; τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα <q>ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν</q>.</p></div></div></body></text></TEI>