<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg036.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας ὁ τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων. ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.</p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι. οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς τὰ γράμμαθʼ ἡ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς.</p></div></div></body></text></TEI>