τὴν μὲν ἀπειρίαν τοῦ λέγειν, καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, αὐτοὶ πάντες ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀνάγκη δʼ ἐστὶν τοῖς ἐπιτηδείοις ἡμῖν, ἃ σύνισμεν πολλάκις τούτου διεξιόντος ἀκηκοότες, λέγειν καὶ διδάσκειν ὑμᾶς, ἵνʼ εἰδότες καὶ μεμαθηκότες ὀρθῶς τὰ δίκαια παρʼ ἡμῶν, ἃν ᾖ δίκαια καὶ εὔορκα, ταῦτα ψηφίσησθε. τὴν μὲν οὖν παραγραφὴν ἐποιησάμεθα τῆς δίκης, οὐχ ἵνʼ ἐκκρούοντες χρόνους ἐμποιῶμεν, ἀλλʼ ἵνα τῶν πραγμάτων, ἐὰν ἐπιδείξῃ μηδʼ ὁτιοῦν ἀδικοῦνθʼ ἑαυτὸν οὑτοσί, ἀπαλλαγή τις αὐτῷ γένηται παρʼ ὑμῖν κυρία. ὅσα γὰρ παρὰ τοῖς ἄλλοις ἐστὶν ἀνθρώποις ἰσχυρὰ καὶ βέβαια ἄνευ τοῦ παρʼ ὑμῖν ἀγωνίσασθαι, ταῦτα πάντα πεποιηκὼς Φορμίων οὑτοσί, καὶ πολλὰ μὲν εὖ πεποιηκὼς Ἀπολλόδωρον τουτονί. πάντα δʼ, ὅσων κύριος τῶν τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τʼ ἐστίν, δίκην ταλάντων εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ. ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδʼ ὅτι ἥ τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος ἡ δίκη γνώσεσθʼ ἅμα ταῦτʼ ἀκούσαντες. πρῶτον μὲν οὖν ὑμῖν ἀναγνώσεται τὰς συνθήκας, καθʼ ἃς ἐμίσθωσε Πασίων τὴν τράπεζαν τούτῳ καὶ τὸ ἀσπιδοπηγεῖον. καί μοι λαβὲ τὰς συνθήκας καὶ τὴν πρόκλησιν καὶ τὰς μαρτυρίας ταυτασί. ΣΥΝΘΗΚΑΙ. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ. αἱ μὲν οὖν συνθῆκαι, καθʼ ἃς ἐμίσθωσεν ὁ Πασίων τούτῳ τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον ἤδη καθʼ ἑαυτὸν ὄντι, αὗταί εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι· δεῖ δʼ ὑμᾶς ἀκοῦσαι καὶ μαθεῖν ἐκ τίνος τρόπου προσώφειλεν τὰ ἕνδεκα τάλανθʼ ὁ Πασίων ἐπὶ τὴν τράπεζαν. οὐ γὰρ διʼ ἀπορίαν ταῦτʼ ὤφειλεν, ἀλλὰ διὰ φιλεργίαν. ἡ μὲν γὰρ ἔγγειος ἦν οὐσία Πασίωνι μάλιστα ταλάντων εἴκοσιν, ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον ἴδιον πλέον ἢ πεντήκοντα τάλαντα. ἐν οὖν τοῖς πεντήκοντα ταλάντοις τούτοις ἀπὸ τῶν παρακαταθηκῶν τῶν τῆς τραπέζης ἕνδεκα τάλαντʼ ἐνεργὰ ἦν.