μᾶλλον δὲ αὐτὸν ἀνάγνωθι αὐτοῖς τὸν νόμον, ἵνʼ ἀκριβέστερον μάθωσιν. ΝΟΜΟΣ ἀργύριον δὲ μὴ ἐξεῖναι ἐκδοῦναι Ἀθηναίων καὶ τῶν μετοίκων τῶν Ἀθήνησι μετοικούντων μηδενί, μηδὲ ὧν οὗτοι κύριοί εἰσιν, εἰς ναῦν ἥτις ἂν μὴ μέλλῃ ἄξειν σῖτον Ἀθήναζε, καὶ τἄλλα τὰ γεγραμμένα περὶ ἑκάστου αὐτῶν . ἐὰν δέ τις ἐκδῷ παρὰ ταῦτα, εἶναι τὴν φάσιν καὶ τὴν ἀπογραφὴν τοῦ ἀργυρίου πρὸς τοὺς ἐπιμελητάς, καθάπερ τῆς νεὼς καὶ τοῦ σίτου εἴρηται, κατὰ ταὐτά. καὶ δίκη αὐτῷ μὴ ἔστω περὶ τοῦ ἀργυρίου, ὃ ἂν ἐκδῷ ἄλλοσέ ποι ἢ Ἀθήναζε, μηδὲ ἀρχὴ εἰσαγέτω περὶ τούτου μηδεμία. ὁ μὲν νόμος, ὦ ἄνδρες δικασταί, οὕτω χαλεπός ἐστιν· οὗτοι δὲ οἱ μιαρώτατοι ἀνθρώπων ἁπάντων, γεγραμμένον διαρρήδην ἐν τῇ συγγραφῇ Ἀθήναζε πάλιν ἥκειν τὰ χρήματα, εἰς Χίον ἐπέτρεψαν καταχθῆναι ἃ ἐδανείσαντο Ἀθήνηθεν παρʼ ἡμῶν. δανειζομένου γὰρ ἐν τῷ Πόντῳ τοῦ ναυκλήρου τοῦ Φασηλίτου ἕτερα χρήματα παρά τινος Χίου ἀνθρώπου, οὐ φάσκοντος δὲ τοῦ Χίου δανείσειν, ἐὰν μὴ ὑποθήκην λάβῃ ἅπαντα ὅσα ἦν περὶ τὸν ναύκληρον, καὶ ἐπιτρέπωσι ταῦτα οἱ πρότερον δεδανεικότες, ἐπέτρεψαν ταῦτα ὑποθήκην γενέσθαι τῷ Χίῳ τὰ ἡμέτερα καὶ κύριον ἐκεῖνον γενέσθαι ἁπάντων, καὶ οὕτως ἀπέπλεον ἐκ τοῦ Πόντου μετὰ τοῦ Φασηλίτου ναυκλήρου καὶ μετὰ τοῦ Χίου τοῦ δεδανεικότος, καὶ ὁρμίζονται ἐν φωρῶν λιμένι, εἰς δὲ τὸ ὑμέτερον ἐμπόριον οὐχ ὡρμίσαντο. καὶ νυνί, ὦ ἄνδρες δικασταί, τὰ Ἀθήνηθεν δανεισθέντα χρήματα εἰς τὸν Πόντον καὶ πάλιν ἐκ τοῦ Πόντου Ἀθήναζε εἰς Χίον κατηγμένα ἐστὶν ὑπὸ τούτων. ὅπερ οὖν ἐν ἀρχῇ ὑπεθέμην τοῦ λόγου, ὅτι καὶ ὑμεῖς ἀδικεῖσθε οὐδὲν ἧττον τῶν δόντων ἡμῶν τὰ χρήματα. σκοπεῖτε δέ, ὦ ἄνδρες δικασταί, πῶς οὐκ ἀδικεῖσθε, ἐπειδάν τις τῶν νόμων τῶν ὑμετέρων κρείττων ἐγχειρῇ εἶναι, καὶ τὰς συγγραφὰς τὰς ναυτικὰς ἀκύρους ποιῇ καὶ καταλύῃ, καὶ τὰ χρήματα τὰ παρʼ ἡμῶν εἰς Χίον ᾖ διαπεσταλκώς, πῶς οὐκ ἀδικεῖ ὁ τοιοῦτος ἄνθρωπος καὶ ὑμᾶς; ἐμοὶ μὲν οὖν ἐστιν, ὦ ἄνδρες δικασταί, πρὸς τούτους ὁ λόγος (τούτοις γὰρ ἔδωκα τὰ χρήματα)· τούτοις δʼ ἔσται πρὸς τὸν ναύκληρον ἐκεῖνον τὸν Φασηλίτην, τὸν πολίτην τὸν αὑτῶν, ᾧ φασὶν δανεῖσαι τὰ χρήματα ἄνευ ἡμῶν παρὰ τὴν συγγραφήν· οὐδὲ γὰρ ἡμεῖς ἴσμεν τίνα ἐστὶν τὰ πεπραγμένα τούτοις πρὸς τὸν ἑαυτῶν πολίτην, ἀλλʼ αὐτοὶ οὗτοι ἴσασιν.