οὐ τοίνυν ταῦτα μόνον, ὦ ἄνδρες δικασταί, δεινὰ ἐγὼ πάσχω ὑπὸ Λακρίτου τουτουί, ἀλλὰ καὶ χωρὶς τοῦ ἀποστερεῖσθαι τὰ χρήματα καὶ εἰς τοὺς ἐσχάτους ἂν κινδύνους ἀφικόμην τὸ τούτου μέρος, εἰ μή μοι ἡ συγγραφὴ ἐβοήθει ἡ πρὸς τούτους, καὶ ἐμαρτύρει ὅτι εἰς τὸν Πόντον ἔδωκα τὰ χρήματα καὶ πάλιν Ἀθήναζε. ἴστε γάρ, ὦ ἄνδρες δικασταί, τὸν νόμον ὡς χαλεπός ἐστιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ Ἀθήναζε, ἢ χρήματα δανείσῃ εἰς ἄλλο τι ἐμπόριον ἢ τὸ Ἀθηναίων, οἷαι ζημίαι περὶ τούτων εἰσίν, ὡς μεγάλαι καὶ δειναί.