<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="47"><p>καὶ πῶς οὐκ ἂν δεινὸν εἴη καὶ σχέτλιον καὶ αἰσχρὸν ὑμῖν, ὦ ἄνδρες δικασταί, εἰ οἱ δανείσαντες ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ χρήματα ναυτικὰ καὶ ἀποστερούμενοι ὑπὸ τῶν δανεισαμένων καὶ ἀποστερούντων ἀπάγοιντο εἰς τὸ δεσμωτήριον; ταῦτʼ ἐστίν, ὦ Λάκριτε, ἃ τουτουσὶ πείθεις. ἀλλὰ ποῦ χρὴ λαβεῖν δίκην, ὦ ἄνδρες δικασταί, περὶ τῶν ἐμπορικῶν συμβολαίων; παρὰ ποίᾳ ἀρχῇ ἢ ἐν τίνι χρόνῳ; παρὰ τοῖς ἕνδεκα; ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ἐπὶ θανάτῳ οὗτοι εἰσάγουσιν.</p></div></div></body></text></TEI>