<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="42"><p>καὶ πρῶτον μὲν τοὺς ἀδελφοὺς τοὺς αὑτοῦ ἐπαίδευσεν τὴν παιδείαν ταύτην, ἣν ὑμεῖς αἰσθάνεσθε πονηρὰν καὶ ἄδικον, ὦ ἄνδρες δικασταί, δανείζεσθαι ἐν τῷ ἐμπορίῳ ναυτικὰ χρήματα καὶ ταῦτʼ ἀποστερεῖν καὶ μὴ ἀποδιδόναι. πῶς ἂν γένοιντο πονηρότεροι ἄνθρωποι ἢ τοῦ παιδεύοντος τὰ τοιαῦτα ἢ αὐτῶν τῶν παιδευομένων; ἐπεὶ δʼ οὖν δεινός ἐστιν καὶ πιστεύει τῷ λέγειν καὶ ταῖς χιλίαις δραχμαῖς ἃς δέδωκεν τῷ διδασκάλῳ, </p></div></div></body></text></TEI>