<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν. ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτʼ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατʼ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον. πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός· ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο.</p></div></div></body></text></TEI>