ἀλλὰ πεπόνθαμεν καινότατον, ὦ ἄνδρες δικασταί· ἐν γὰρ τῇ πόλει τῇ ἡμετέρᾳ αὐτῶν, οὐδὲν ἀδικοῦντες οὐδὲ δίκην οὐδεμίαν ὠφληκότες τούτοις, σεσυλήμεθα τὰ ἡμέτερʼ αὐτῶν ὑπὸ τούτων Φασηλιτῶν ὄντων, ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατʼ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ ἐθέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἄλλο ὄνομα ἔχοι θέσθαι τοῖς τοιούτοις ἢ ὅτι ἀφαιροῦνται βίᾳ τὰ ἀλλότρια; ἐγὼ μὲν οὐδὲ ἀκήκοα πώποτε πρᾶγμα μιαρώτερον ἢ ὃ οὗτοι διαπεπραγμένοι εἰσὶ περὶ ἡμᾶς, καὶ ταῦτα ὁμολογοῦντες λαβεῖν παρʼ ἡμῶν τὰ χρήματα. ὅσα μὲν γὰρ ἀμφισβητήσιμά ἐστι τῶν συμβολαίων, κρίσεως δεῖται, ὦ ἄνδρες δικασταί· τὰ δὲ παρʼ ἀμφοτέρων ὁμολογηθέντα τῶν συντιθεμένων, καὶ περὶ ὧν συγγραφαὶ κεῖνται ναυτικαί, τέλος ἔχειν ἅπαντες νομίζουσιν, καὶ χρῆσθαι προσήκει τοῖς γεγραμμένοις. ὅτι δὲ κατὰ τὴν συγγραφὴν οὐδʼ ὁτιοῦν πεποιήκασιν, ἀλλʼ εὐθὺς ἀπʼ ἀρχῆς ἀρξάμενοι ἐκακοτέχνουν καὶ ἐπεβούλευον μηδὲν ὑγιὲς ποιεῖν, ὑπό τε τῶν μαρτυριῶν καὶ αὐτοὶ ὑφʼ ἑαυτῶν ἐλέγχονται οὑτωσὶ καταφανῶς. ὃ δὲ πάντων δεινότατον διεπράξατο Λάκριτος οὑτοσί, δεῖ ὑμᾶς ἀκοῦσαι· οὗτος γὰρ ἦν ὁ πάντα ταῦτα διοικῶν. ἐπειδὴ γὰρ ἀφίκοντο δεῦρο, εἰς μὲν τὸ ὑμέτερον ἐμπόριον οὐ καταπλέουσιν, εἰς φωρῶν δὲ λιμένα ὁρμίζονται, ὅς ἐστιν ἔξω τῶν σημείων τοῦ ὑμετέρου ἐμπορίου, καὶ ἔστιν ὅμοιον εἰς φωρῶν λιμένα ὁρμίσασθαι, ὥσπερ ἂν εἴ τις εἰς Αἴγιναν ἢ εἰς Μέγαρα ὁρμίσαιτο· ἔξεστι γὰρ ἀποπλεῖν ἐκ τοῦ λιμένος τούτου ὅποι ἄν τις βούληται καὶ ὁπηνίκʼ ἂν δοκῇ αὐτῷ. καὶ τὸ μὲν πλοῖον ὥρμει ἐνταῦθα πλείους ἢ πέντε καὶ εἴκοσιν ἡμέρας, οὗτοι δὲ περιεπάτουν ἐν τῷ δείγματι τῷ ἡμετέρῳ, καὶ ἡμεῖς προσιόντες διελεγόμεθα, καὶ ἐκελεύομεν τούτους ἐπιμελεῖσθαι ὅπως ἂν ὡς τάχιστα ἀπολάβωμεν τὰ χρήματα. οὗτοι δὲ ὡμολόγουν τε καὶ ἔλεγον ὅτι αὐτὰ ταῦτα περαίνοιεν. καὶ ἡμεῖς τούτοις προσῇμεν, καὶ ἅμα ἐπεσκοποῦμεν εἴ τι ἐξαιροῦνταί ποθεν ἐκ πλοίου ἢ πεντηκοστεύονται. ἐπειδὴ δὲ ἡμέραι τε ἦσαν συχναὶ ἐπιδημοῦσι τούτοις, ἡμεῖς τε οὐδʼ ὁτιοῦν εὑρίσκομεν οὔτʼ ἐξῃρημένον οὔτε πεπεντηκοστευμένον ἐπὶ τῷ ὀνόματι τῷ τούτων, ἐνταῦθα ἤδη μᾶλλον προσεκείμεθα ἀπαιτοῦντες. καὶ ἐπειδὴ ἠνωχλοῦμεν αὐτοῖς, ἀποκρίνεται Λάκριτος οὑτοσί, ἁδελφὸς ὁ Ἀρτέμωνος, ὅτι οὐκ ἂν οἷοί τʼ εἴησαν ἀποδοῦναι, ἀλλʼ ἀπόλωλεν ἅπαντα τὰ χρήματα· καὶ ἔφη Λάκριτος δίκαιόν τι ἔχειν λέγειν περὶ τούτων.