ἀλλὰ μὴν καὶ ὡς ἀπηγόρευεν ὁ Παρμένων τῷ Ἀριστοκλεῖ καθʼ αὑτοῦ μὴ γιγνώσκειν ἄνευ τῶν συνδιαιτητῶν, μεμαρτύρηται ὑμῖν. ὅταν δὴ ὁ αὐτὸς ἠφανικὼς φαίνηται τὰ γράμματα καθʼ ἃ ἔδει τὴν δίαιταν γενέσθαι, καὶ ἄνευ τῶν συνδιαιτητῶν παρὰ τὴν ἀπόρρησιν φῇ δεδιῃτηκέναι, πῶς ἂν τούτῳ τῷ ἀνθρώπῳ πιστεύσαντες δικαίως ἐμὲ ἀπολέσαιτε; σκέψασθε γὰρ τοῦτο, ὦ ἄνδρες δικασταί· εἰ μὴ ἐμὲ νυνί, ἀλλὰ τὸν Παρμένοντα ἐδίωκεν Ἀπατούριος οὑτοσί, εἰσπράττων τὰς εἴκοσι μνᾶς, ἰσχυριζόμενος τῇ Ἀριστοκλέους γνώσει, ὁ δὲ Παρμένων παρὼν ἀπελογεῖτο ὑμῖν καὶ μάρτυρας παρείχετο, τοῦτο μὲν ὅτι οὐ μόνῳ τῷ Ἀριστοκλεῖ, ἀλλὰ τρίτῳ ἐπέτρεψεν,