τῶν γὰρ τοιούτων ἐγκλημάτων πρότερον τὰς ἀπαιτήσεις ποιοῦνται ἅπαντες ἢ δικάζονται. οὐκ ἔστιν τοίνυν ὅστις μαρτυρήσει παραγενέσθαι, ὅπου οὗτος ἢ πέρυσιν ἢ προπέρυσιν ἐδικάσατό μοι ἢ λόγον ὁντινοῦν ἐποιήσατο πρὸς ἐμὲ περὶ ὧν νυνί μοι δικάζεται. ὅτι δʼ ἐπεδήμει πέρυσιν, ὅτε αἱ δίκαι ἦσαν, λαβέ μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. λαβὲ δή μοι καὶ τὸν νόμον, ὃς κελεύει τὰς ἐγγύας ἐπετείους εἶναι. καὶ οὐκ ἰσχυρίζομαι τῷ νόμῳ, ὡς οὐ δεῖ με δίκην δοῦναι εἰ ἠγγυησάμην, ἀλλὰ μάρτυρά μοί φημι τὸν νόμον εἶναι τοῦ μὴ ἐγγυήσασθαι καὶ αὐτὸν τοῦτον· ἐδεδίκαστο γὰρ ἄν μοι τῆς ἐγγύης ἐν τῷ χρόνῳ τῷ ἐν τῷ νόμῳ γεγραμμένῳ. ΝΟΜΟΣ. γενέσθω τοίνυν καὶ τοῦτο ὑμῖν τεκμήριον τοῦ ψεύδεσθαι Ἀπατούριον· εἰ γὰρ ἠγγυησάμην ἐγὼ τούτῳ τὸν Παρμένοντα, οὐκ ἔστιν ὅπως τούτῳ μὲν ὑπὲρ ἐκείνου ἀπηχθόμην, πρόνοιαν ποιούμενος ὅπως μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ συνέβαλεν, αὐτὸς δʼ ἐμαυτὸν περιεῖδον ἂν ὑπʼ ἐκείνου πρὸς τοῦτον ἐν ἐγγύῃ καταλειπόμενον. τίνα γὰρ ἐλπίδα ἔσχον τοῦτον ἀποσχήσεσθαί μου, ὃν αὐτὸς ἠναγκάκειν ἐκείνῳ τὰ δίκαια ποιῆσαι; καὶ τὴν ἐγγύην αὐτὸν εἰσπράξας τὴν πρὸς τὴν τράπεζαν πρὸς ἀπέχθειαν, τί προσεδόκων ὑπὸ τούτου αὐτὸς πείσεσθαι; ἄξιον τοίνυν καὶ τοῦτʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἄν ποτε ἔξαρνος ἐγενόμην, εἰ ἠγγυήμην· πολὺ γὰρ ὁ λόγος ἦν μοι ἰσχυρότερος ὁμολογοῦντι τὴν ἐγγύην ἐπὶ τὰς συνθήκας ἰέναι, καθʼ ἃς ἡ ἐπιτροπὴ ἐγένετο. ὅτι μὲν γὰρ τρισὶν ἐπετράπη διαιτηταῖς, μεμαρτύρηται ὑμῖν· ὁπότε δὲ μὴ ἔγνωσται ὑπὸ τῶν τριῶν, τί βουλόμενος ἠρνούμην ἂν τὴν ἐγγύην; μὴ γὰρ γενομένης τῆς γνώσεως κατὰ τὰς συνθήκας, οὐδʼ ἂν ἐγὼ τῆς ἐγγύης ὑπόδικος ἦν. ὥστε οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, παραλιπὼν τὴν οὖσάν μοι ἀπολογίαν, εἰ ἠγγυησάμην, ἐπὶ τὸ ἀρνεῖσθαι ἦλθον. ἀλλὰ μὴν καὶ τοῦτο μεμαρτύρηται ὑμῖν, ὅτι ἐπειδὴ ἠφανίσθησαν αἱ συνθῆκαι ὑπὸ τούτων, ἐζήτουν ἑτέρας γράφεσθαι οὗτος καὶ ὁ Παρμένων, ὡς ἀκύρων ὄντων αὐτοῖς τῶν πρότερον ὡμολογημένων. καίτοι ὁπότε περὶ τῆς μελλούσης γνώσεως γενήσεσθαι ἑτέρας ἐνεχείρουν συνθήκας γράφεσθαι, ἐπειδὴ αἱ ὑπάρχουσαι ἀπώλοντο, πῶς ἐνῆν μὴ γραφεισῶν συνθηκῶν ἑτέρων ἢ δίαιταν γενέσθαι ἢ ἐγγύην; περὶ αὐτοῦ γὰρ τούτου διενεχθέντες οὐκ ἔγραψαν ἕτερα γράμματα, ὁ μὲν ἀξιῶν ἕνα διαιτητὴν αὑτῷ εἶναι, ὁ δὲ τρεῖς. ὁπότε δὲ αἱ μὲν ἐξ ἀρχῆς συνθῆκαι ἠφανίσθησαν, καθʼ ἃς ἐμέ φησιν γενέσθαι ἐγγυητήν, ἕτεραι δὲ μὴ ἐγράφησαν, πῶς ὀρθῶς ἂν ἐμοὶ δικάζοιτο, καθʼ οὗ μὴ ἔχει παρασχέσθαι συνθήκας;