<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="29"><p>νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος. διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ. εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ ἡ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, ἢ σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.</p></div><div type="textpart" subtype="section" n="30"><p>νῦν δὲ κοινωσάμενοι τὸ πρᾶγμα, ὁ μὲν διὰ σοῦ τὴν γεγονυῖαν ἔκδειαν οὐκ ἀποδώσειν ἡμῖν οἴεται, σὺ δʼ ἐκείνου κατηγορῶν τῶν ἡμετέρων κύριος γενήσεσθαι. τεκμήριον δέ· ἐγὼ μὲν γὰρ αὐτὸν κλητεύσω, σὺ δʼ οὔτε κατηγγύησας οὔτε νῦν κλητεύσεις.</p></div></div></body></text></TEI>