<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>τί γὰρ ἂν καὶ ἄλλʼ ἐποιοῦμεν; οὔπω γὰρ τοῦτό γʼ οὐδεὶς ἡμῶν τῶν κοινωνῶν ὑπέλαβεν, ὡς ὑμεῖς γνώσεσθέ ποτʼ εἶναι τούτου τὸν σῖτον, ὃν καταλιπεῖν οὗτος ἔπειθεν τοὺς ναύτας, ὅπως ἀπόλοιτο τοῦ πλοίου καταδύντος. ὃ καὶ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν προσήκειν αὐτῷ. τίς γὰρ ἂν τὸν ἑαυτοῦ σῖτον ἔπειθε προέσθαι τοὺς σῴζειν βουλομένους; ἢ τίς οὐκ ἂν ἔπλει δεξάμενος τὴν πρόκλησιν εἰς τὴν Σικελίαν, οὗ ταῦτʼ ἦν ἐλέγξαι καθαρῶς.</p></div><div type="textpart" subtype="section" n="22"><p>καὶ μὴν οὐδὲ τοῦτʼ ἐμέλλομεν ὑμῶν καταγνώσεσθαι, ὡς εἰσαγώγιμον ψηφιεῖσθε τούτῳ τὴν δίκην περὶ τούτων τῶν χρημάτων, ἃ κατὰ πολλοὺς τρόπους οὗτος ἔπραττεν ὅπως μὴ εἰσαγώγιμα δεῦρʼ ἔσται, πρῶτον μὲν ὅτʼ αὐτὰ καταλιπεῖν τοὺς ναύτας ἔπειθεν, εἶθʼ ὅτʼ ἐν Κεφαλληνίᾳ μὴ δεῦρο πλεῖν τὴν ναῦν ἔπραττεν.</p></div><div type="textpart" subtype="section" n="23"><p>πῶς γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνες μέν, ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖς καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλως οὗτος δεῦρʼ ἔπραττεν, ταῦτʼ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε; μὴ δῆτʼ, ὦ Ζεῦ καὶ θεοί. λέγε δή μοι τί παραγέγραμμαι.</p><p rend="center"><label>ΠΑΡΑΓΡΑΦΗ.</label></p><p rend="indent">λέγε δή μοι τὸν νόμον.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">ὅτι μὲν τοίνυν ἐκ τῶν νόμων παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, ἱκανῶς οἴομαι δεδεῖχθαι· τέχνην δʼ ἀκούσεσθε τοῦ σοφοῦ τοῦ ταῦτα πάντα συντεθηκότος, τοῦ Ἀριστοφῶντος. ὡς γὰρ ἐκ τῶν πραγμάτων ἁπλῶς οὐδὲν ἑώρων δίκαιον ἑαυτοῖς ἐνόν, ἐπικηρυκεύονται τῷ Πρώτῳ καὶ πείθουσι τὸν ἄνθρωπον ἐνδοῦναι τὰ πράγμαθʼ ἑαυτοῖς, πράττοντες μὲν ὡς ἔοικεν καὶ ἐξ ἀρχῆς τοῦτο, ὡς ἡμῖν νῦν φανερὸν γέγονεν, οὐ δυνάμενοι δὲ πεῖσαι.</p></div><div type="textpart" subtype="section" n="25"><p>ὁ γὰρ Πρῶτος, ἕως μὲν ᾤετο τὸν σῖτον κέρδος ἐλθόντα ποιήσειν, ἀντείχετο τούτου, καὶ μᾶλλον ᾑρεῖτʼ αὐτός τε κερδᾶναι καὶ ἡμῖν τὰ δίκαιʼ ἀποδοῦναι, ἢ κατακοινωνήσας τούτοις τῆς μὲν ὠφελίας τούτους ποιῆσαι μερίτας, ἡμᾶς δʼ ἀδικῆσαι· ὡς δὲ δεῦρʼ ἥκοντος αὐτοῦ καὶ περὶ ταῦτα πραγματευομένου, ἐπανῆκεν ὁ σῖτος, ἄλλην εὐθέως ἔλαβεν γνώμην.</p></div></div></body></text></TEI>