<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="7"><p>ἢ ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν, τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον, καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις, ἥ τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται, καὶ ἀξιώσεις ἔχειν ἀμφότερα· ὅταν δέ σοι μὴ συμφέρῃ, τἀναντία πάλιν ἡ μὲν οἰκία ταλάντου, διότι νῦν ἐγὼ ταύτην ἔχω, τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος ἢ δυοῖν ἄξιον, ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον, οὐκ ἀποστερεῖσθαι; </p></div><div type="textpart" subtype="section" n="8"><p>ὁρᾷς ὡς ὑποκρίνει μὲν δεδωκέναι τὴν προῖκα, φαίνει δὲ κατʼ οὐδʼ ὁντινοῦν τρόπον δεδωκώς; τὰ γὰρ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων ἁπλῶς, οἷʼ ἂν ἐξ ἀρχῆς πραχθῇ, τοιαῦτʼ ἐστίν· σὺ δὲ τοὐναντίον ἐξελέγχει πράξας εἰς τὴν καθʼ ἡμῶν ὑπηρεσίαν.</p></div></div></body></text></TEI>