ἢ ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν, τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον, καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις, ἥ τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται, καὶ ἀξιώσεις ἔχειν ἀμφότερα· ὅταν δέ σοι μὴ συμφέρῃ, τἀναντία πάλιν ἡ μὲν οἰκία ταλάντου, διότι νῦν ἐγὼ ταύτην ἔχω, τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος ἢ δυοῖν ἄξιον, ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον, οὐκ ἀποστερεῖσθαι; ὁρᾷς ὡς ὑποκρίνει μὲν δεδωκέναι τὴν προῖκα, φαίνει δὲ κατʼ οὐδʼ ὁντινοῦν τρόπον δεδωκώς; τὰ γὰρ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων ἁπλῶς, οἷʼ ἂν ἐξ ἀρχῆς πραχθῇ, τοιαῦτʼ ἐστίν· σὺ δὲ τοὐναντίον ἐξελέγχει πράξας εἰς τὴν καθʼ ἡμῶν ὑπηρεσίαν.