δῆλον τοίνυν ὅτι δισχιλίων μὲν ὡρισμένος τὴν οἰκίαν, ταλάντου δὲ τὸ χωρίον, ὡς ὀγδοήκοντα μνᾶς δεδωκὼς ἔμελλεν ἀμφισβητήσειν. μεῖζον οὖν ἄν τι γένοιτο τεκμήριον ὑμῖν τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον ἢ εἰ φανείη μὴ ταὐτὰ λέγων τοῖς ἐξ ἀρχῆς περὶ τῶν αὐτῶν; ἐμοὶ μὲν γὰρ οὐδὲν ἂν δοκεῖ τούτου μεῖζον εὑρεθῆναι. σκέψασθε τοίνυν τὴν ἀναίδειαν, ὃς ἐν ὑμῖν ἐτόλμησεν εἰπεῖν, ὡς οὐκ ἀποστερεῖ μʼ ὅσῳ πλείονος ἄξιόν ἐστι ταλάντου, καὶ ταῦτʼ αὐτὸς τιμήσας οὐκ ἄξιον εἶναι πλείονος. τί γὰρ βουλόμενος δισχιλίων προσωρίσω τὴν οἰκίαν, ὅτε τὰς ὀγδοήκοντα μνᾶς ἐνεκάλεις, εἴ γε τὸ χωρίον ἄξιον ἦν πλείονος, ἀλλʼ οὐκ ἐπὶ τούτῳ καὶ τὰς δισχιλίας ἐτίθεις;