καὶ τί ποιεῖ; τοὺς ὅρους ἀπὸ τῆς οἰκίας ἀφαιρεῖ, καὶ τάλαντον μόνον εἶναι τὴν προῖκά φησιν, ἐν ᾧ τὸ χωρίον ἀποτετιμῆσθαι. καίτοι δῆλον ὅτι τοὺς ἐπὶ τῆς οἰκίας ὅρους εἰ δικαίως ἔθηκεν καὶ ὄντως ἀληθεῖς, δικαίως καὶ τοὺς ἐπὶ τοῦ χωρίου τέθηκεν· εἰ δʼ εὐθὺς ἀδικεῖν βουλόμενος ψευδεῖς ἔθηκεν ἐκείνους, εἰκὸς καὶ τούτους οὐκ ἀληθεῖς ὑπάρχειν. τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν, ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο· οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους, ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου, τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης, τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι. καί μοι λαβὲ τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.