τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστʼ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθʼ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθʼ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι; ἐγὼ μὲν οὐδένʼ οἶμαι. καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμʼ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτʼ ἐγγυᾶσθαι. ἀλλὰ καὶ ἀπʼ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκʼ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτʼ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετʼ ἐκείνου καταστῆσαι βουλόμενος. εἶτα νῦν παρακρούσασθαι ζητεῖ καὶ φενακίζει, λέγων ὡς πρότερον τοὺς ὅρους ἔστησεν ἢ ʼκεῖνον τὴν δίκην ὀφλεῖν. οὐ πρότερόν γʼ ἢ παρὰ σοί, νῦν εἰ ἀληθῆ λέγεις. δῆλον γὰρ ὅτι καταγνοὺς ἀδικίαν αὐτοῦ ταῦτʼ ἐποίεις. εἶτα καὶ γελοῖον τοῦτο λέγειν, ὥσπερ οὐκ εἰδότων ὑμῶν ὅτι πάντες οἱ τὰ τοιαῦτʼ ἀδικοῦντες σκοποῦσι τί λέξουσιν, καὶ οὐδεὶς πώποτʼ ὦφλεν σιωπῶν οὐδʼ ἀδικεῖν ὁμολογῶν· ἀλλʼ ἐπειδὰν οἶμαι μηδὲν ἀληθὲς λέγων ἐξελεγχθῇ, τότε γιγνώσκεται ὁποῖός ἐστιν.