ὃ παρέλιπον ἐν τῷ προτέρῳ λόγῳ τεκμήριον, οὐδενὸς τῶν εἰρημένων ἔλαττον, τοῦ μὴ δεδωκέναι τὴν προῖκα τούτους Ἀφόβῳ, τοῦτο πρῶτον εἰπών, μετὰ τοῦτο καὶ περὶ ὧν οὗτος ἔψευσται πρὸς ὑμᾶς ἐξελέγχειν αὐτὸν πειράσομαι. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τὸ πρῶτον ὅτε τῶν Ἀφόβου διενοεῖτʼ ἀμφισβητεῖν, οὐχὶ τάλαντον ἔφη τὴν προῖκα, ὥσπερ νυνί, ἀλλʼ ὀγδοήκοντα μνᾶς δεδωκέναι, καὶ τίθησιν ὅρους ἐπὶ μὲν τὴν οἰκίαν δισχιλίων, ἐπὶ δὲ τὸ χωρίον ταλάντου, βουλόμενος μὴ μόνον τοῦτο, ἀλλὰ κἀκείνην διασῴζειν αὐτῷ. γενομένης δέ μοι τῆς δίκης πρὸς αὐτόν, ἰδὼν ὡς διάκεισθʼ ὑμεῖς πρὸς τοὺς λίαν ἀναιδῶς ἀδικοῦντας, ἔννους γίγνεται, καὶ δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ τοσούτων χρημάτων ἀπεστερημένον, εἰ μηδʼ ὁτιοῦν ἕξοιμι τῶν Ἀφόβου λαβεῖν τοῦ τἄμʼ ἔχοντος, ἀλλʼ ὑπὸ τούτου κωλυόμενος φανερὸς γενήσομαι.