ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλʼ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν. καὶ τὰ μὲν γενόμενα, καὶ διʼ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες δικασταί· παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθʼ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους. καί μοι λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχʼ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκʼ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. οὔτε γὰρ διʼ ἀπορίαν οἷόν τʼ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστʼ οὐκ ἂν διὰ τοῦτό γʼ εἶεν οὐκ εὐθὺς δεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς, ἀργύριον δʼ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δʼ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτʼ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες· ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλʼ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστʼ οὐδʼ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο.