ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τʼ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλʼ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθʼ ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τʼ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵνʼ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν. ὥστʼ ἐκ τῶν γιγνομένων οὐκ ἔσθʼ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρʼ αὐτῶν, ἐπειδὴ τάχιστʼ ἀνὴρ εἶναι δοκιμασθείην. ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν. τεκμήριον δὲ πάντων μέγιστον· οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θʼ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκʼ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματʼ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων. ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκʼ αὐτῷ Τιμοκράτης ἐπὶ πέντʼ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ πρότερον ἡ γυνὴ συνοικοῦσʼ ἐτύγχανεν. ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλʼ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν. καὶ τὰ μὲν γενόμενα, καὶ διʼ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες δικασταί· παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθʼ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους. καί μοι λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχʼ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκʼ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. οὔτε γὰρ διʼ ἀπορίαν οἷόν τʼ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστʼ οὐκ ἂν διὰ τοῦτό γʼ εἶεν οὐκ εὐθὺς δεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς,