οὐκ ἔχει ταῦτʼ ἀλήθειαν, ὦ ἄνδρες δικασταί, πιθανήν, ἀλλὰ λόγοι ταῦτʼ εἰσί, συνοικεῖ δʼ ἡ γυνὴ φανερῶς καὶ οὐκ ἐπικρύπτεται τὸ πρᾶγμα. παρέξομαι δʼ ὑμῖν Πασιφῶντος μαρτυρίαν, ὃς ἀρρωστοῦσαν αὐτὴν θεραπεύων ἑώρα παρακαθήμενον Ἄφοβον ἐπὶ τούτου τοῦ ἄρχοντος, ἤδη τούτῳ ταυτησὶ τῆς δίκης εἰληγμένης. καί μοι λαβὲ τὴν Πασιφῶντος μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἐγὼ τοίνυν εἰδώς, ὦ ἄνδρες δικασταί, καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα, καὶ κύριον τῶν τʼ ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον, καὶ συνοικοῦσαν αὐτῷ τὴν γυναῖκα σαφῶς ἐπιστάμενος, τρεῖς θεραπαίνας ἐξῄτησʼ αὐτόν, αἳ συνοικοῦσάν τε τὴν γυναῖκʼ ᾔδεσαν καὶ τὰ χρήμαθʼ ὅτι παρὰ τούτοις ἦν, ἵνα μὴ λόγοι μόνον, ἀλλὰ καὶ βάσανοι περὶ αὐτῶν γίγνοιντο. οὗτος δʼ ἐμοῦ προκαλεσαμένου ταῦτα, καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μʼ ἀποφηναμένων, οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν, ἀλλʼ ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων ἢ βασάνων καὶ μαρτυριῶν, οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχʼ ὡς ἀπέδωκεν, οὔτʼ εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν, ὅτι ταῦτʼ ἠξίουν, ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μʼ αὑτῷ διαλέγεσθαι. τούτου γένοιτʼ ἄν τις σχετλιώτερος ἄνθρωπος, ἢ μᾶλλον ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος; λαβὲ δʼ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι. ΠΡΟΚΛΗΣΙΣ.