οὐ μόνον δʼ ἐκ τούτων ἦν ῥᾴδιον γνῶναι, ὅτι καὶ συνῴκει τῇ γυναικὶ καὶ τὸ χωρίον ἐκέκτητʼ ἔτι πρὶν γενέσθαι τὴν δίκην, ἀλλὰ καὶ ἐξ ὧν ὀφλὼν διεπράξατο περὶ αὐτῶν. ὡς γὰρ οὐκ ἀποτετιμηκώς, ἀλλʼ ἐμῶν ἐσομένων κατὰ τὴν δίκην, ἃ μὲν οἷόν τʼ ἦν ἐξενεγκεῖν, ᾤχετο λαβών, τοὺς καρποὺς καὶ τὰ σκεύη τὰ γεωργικὰ πάντα πλὴν τῶν πιθακνῶν· ὃ δʼ οὐχ οἷόν τʼ ἦν ἀνελεῖν, ἐξ ἀνάγκης ὑπέλιπεν, ὥστʼ ἐγγενέσθαι τούτῳ νῦν αὐτῆς τῆς γῆς ἀμφισβητεῖν. καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δʼ ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντʼ ἐξενεγκεῖν, τὸν δʼ ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδʼ ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλʼ ἡσυχίαν ἔχοντα. ταῦτʼ οὐ πολλὴ περιφάνειʼ ἐστίν; ταῦτʼ οὐχ ὁμολογουμένη προστασία; φήσειέ γʼ ἄν τις, εἰ διαλογίζοιτʼ ὀρθῶς ἕκαστʼ αὐτῶν. ὡς τοίνυν ὡμολόγει μὲν ἐκεῖνον γεωργεῖν πρὶν γενέσθαι τὴν δίκην ἐμοὶ πρὸς αὐτόν, ὑπὲρ δὲ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφὴν οὐκ ἠθέλησεν ποιήσασθαι τὴν βάσανον, ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην πλὴν τῶν ἐγγείων, λαβὲ ταύτας τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ. ἐμοὶ τοίνυν τοσούτων ὑπαρχόντων τεκμηρίων, οὐχ ἥκιστʼ αὐτὸς ἔδειξεν Ὀνήτωρ, ὅτι οὐκ ἀληθινὴν ἐποιήσατο τὴν ἀπόλειψιν. ᾧ γὰρ προσῆκεν χαλεπῶς φέρειν, εἰ τὴν προῖκα δούς, ὥς φησιν, ἀντʼ ἀργυρίου χωρίον ἀμφισβητούμενον ἀπελάμβανεν, οὗτος οὐχ ὡς διάφορος οὐδʼ ὡς ἀδικούμενος, ἀλλʼ ὡς οἰκειότατος πάντων τὴν πρὸς ἐμὲ δίκην αὐτῷ συνηγωνίζετο. κἀμὲ μὲν συναποστερῆσαι μετʼ ἐκείνου τῶν πατρῴων ἐπεχείρησεν, καθʼ ὅσον αὐτὸς οἷός τʼ ἦν, ὑφʼ οὗ κακὸν οὐδʼ ὁτιοῦν ἦν πεπονθώς· Ἀφόβῳ δʼ, ὃν ἀλλότριον εἶναι προσῆκε νομίζειν, εἴ τι τούτων ἀληθὲς ἦν ὧν νῦν λέγουσιν, καὶ τἀμὰ πρὸς τοῖς ἐκείνου περιποιεῖν ἐζήτησεν.