ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκʼ ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορʼ ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν. βουλόμενος δʼ ἐμφανῆ ποιῆσαι ταῦτα πᾶσιν ὑμῖν, ἐξελέγχειν αὐτὸν ἠξίουν ἐναντίον μαρτύρων, εἰ μὴ φάσκοι ταῦθʼ οὕτως ἔχειν, καὶ παρεδίδουν οἰκέτην εἰς βάσανον, ὃς συνῄδει πάντʼ ἀκριβῶς· ὃν ἔλαβον κατὰ τὴν ὑπερημερίαν ἐκ τῶν Ἀφόβου. οὗτος δʼ ἐμοῦ ταῦτʼ ἀξιώσαντος, περὶ μὲν τοῦ συνοικεῖν Ἀφόβῳ τὴν ἀδελφὴν ἔφυγε τὴν βάσανον· ὡς δʼ οὐκ ἐκεῖνος ἐγεώργει τὴν γῆν, οὐκ ἐδύνατʼ ἀρνηθῆναι διὰ τὴν περιφάνειαν, ἀλλὰ προσωμολόγησεν. οὐ μόνον δʼ ἐκ τούτων ἦν ῥᾴδιον γνῶναι, ὅτι καὶ συνῴκει τῇ γυναικὶ καὶ τὸ χωρίον ἐκέκτητʼ ἔτι πρὶν γενέσθαι τὴν δίκην, ἀλλὰ καὶ ἐξ ὧν ὀφλὼν διεπράξατο περὶ αὐτῶν. ὡς γὰρ οὐκ ἀποτετιμηκώς, ἀλλʼ ἐμῶν ἐσομένων κατὰ τὴν δίκην, ἃ μὲν οἷόν τʼ ἦν ἐξενεγκεῖν, ᾤχετο λαβών, τοὺς καρποὺς καὶ τὰ σκεύη τὰ γεωργικὰ πάντα πλὴν τῶν πιθακνῶν· ὃ δʼ οὐχ οἷόν τʼ ἦν ἀνελεῖν, ἐξ ἀνάγκης ὑπέλιπεν, ὥστʼ ἐγγενέσθαι τούτῳ νῦν αὐτῆς τῆς γῆς ἀμφισβητεῖν. καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δʼ ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντʼ ἐξενεγκεῖν, τὸν δʼ ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδʼ ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλʼ ἡσυχίαν ἔχοντα. ταῦτʼ οὐ πολλὴ περιφάνειʼ ἐστίν; ταῦτʼ οὐχ ὁμολογουμένη προστασία; φήσειέ γʼ ἄν τις, εἰ διαλογίζοιτʼ ὀρθῶς ἕκαστʼ αὐτῶν. ὡς τοίνυν ὡμολόγει μὲν ἐκεῖνον γεωργεῖν πρὶν γενέσθαι τὴν δίκην ἐμοὶ πρὸς αὐτόν, ὑπὲρ δὲ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφὴν οὐκ ἠθέλησεν ποιήσασθαι τὴν βάσανον, ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην πλὴν τῶν ἐγγείων, λαβὲ ταύτας τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ.