ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τʼ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτʼ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκʼ ἀπέδοσαν, αὐτὸν δʼ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτʼ ἀπελάμβανεν. καί μοι πάντες ἀπεκρίναντο καθʼ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθʼ ὁποσονοῦν δέοιτʼ Ἄφοβος παρʼ αὐτῶν. καίτοι τῷ τοῦθʼ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; ᾧ μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλʼ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵνʼ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρʼ ὑμῖν δύνηται. μὴ γὰρ ὅτι πρὸς τοῦτον τοιοῦτον ὄντα, ἀλλʼ οὐδὲ πρὸς ἄλλον οὐδʼ ἂν εἷς οὐδένα τοιοῦτον συνάλλαγμα ποιούμενος ἀμαρτύρως ἂν ἔπραξεν· ἀλλὰ τῶν τοιούτων ἕνεκα καὶ γάμους ποιοῦμεν καὶ τοὺς ἀναγκαιοτάτους παρακαλοῦμεν, ὅτι οὐ πάρεργον, ἀλλʼ ἀδελφῶν καὶ θυγατέρων βίους ἐγχειρίζομεν, ὑπὲρ ὧν τὰς ἀσφαλείας μάλιστα σκοποῦμεν.