ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δʼ οὐκ ἔχει πίστιν. ὃς γὰρ διὰ ταῦτʼ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος; ὃς εἰ καὶ τότʼ ἐπίστευσεν, τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν. οὐκ ἔνεστι δήπουθεν, ὦ ἄνδρες δικασταί. ἀλλὰ μὴν ὡς ἐγήματο μὲν ἡ γυνὴ καθʼ ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δʼ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δʼ ἢ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντʼ ἀπεγράψαντο, λαβέ μοι καθʼ ἕκαστον ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑ. μετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. λαβὲ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκʼ οὐ δόντες, ἀλλʼ ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκʼ ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθʼ ὑφʼ ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν; ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τʼ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτʼ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκʼ ἀπέδοσαν, αὐτὸν δʼ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτʼ ἀπελάμβανεν. καί μοι πάντες ἀπεκρίναντο καθʼ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθʼ ὁποσονοῦν δέοιτʼ Ἄφοβος παρʼ αὐτῶν. καίτοι τῷ τοῦθʼ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; ᾧ μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλʼ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵνʼ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρʼ ὑμῖν δύνηται.