ἀργύριον δʼ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δʼ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτʼ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες· ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλʼ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστʼ οὐδʼ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, κἀκεῖνʼ ἂν πάντες ὁμολογήσαιτε, ὅτι τοιοῦτον πρᾶγμα συναλλάττων ὁστισοῦν ἕλοιτʼ ἂν ἑτέρῳ μᾶλλον ὀφείλειν ἢ κηδεστῇ τὴν προῖκα μὴ ἀποδοῦναι. μὴ διαλυσάμενος μὲν γὰρ γίγνεται χρήστης ἄδηλος εἴτʼ ἀποδώσει δικαίως εἴτε μή, μετὰ δὲ τῆς γυναικὸς τἀκείνης ἀποδοὺς οἰκεῖος καὶ κηδεστής· ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας. ὥσθʼ οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθʼ ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστʼ εἰπεῖν ἄλλην πρόφασιν διʼ ἣν οὐκ ἀπέδοσαν, ἀλλʼ ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, διʼ ἣν δοῦναι τὴν προῖκʼ οὐκ ἐπίστευσαν. ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτʼ ἐξελέγχων, ὡς οὐδʼ ὕστερον ἀπέδοσαν, οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων, ὥσθʼ ὑμῖν γενέσθαι φανερόν, ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλʼ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον, οὐκ ἄν ποτʼ ἀπέδοσαν οὐδʼ ἂν προεῖντο· τοιαύτας ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα. δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν· ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, ἡ δʼ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους· ἐγὼ δʼ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος.