ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχʼ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκʼ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. οὔτε γὰρ διʼ ἀπορίαν οἷόν τʼ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστʼ οὐκ ἂν διὰ τοῦτό γʼ εἶεν οὐκ εὐθὺς δεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς, ἀργύριον δʼ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δʼ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτʼ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες· ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλʼ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστʼ οὐδʼ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, κἀκεῖνʼ ἂν πάντες ὁμολογήσαιτε, ὅτι τοιοῦτον πρᾶγμα συναλλάττων ὁστισοῦν ἕλοιτʼ ἂν ἑτέρῳ μᾶλλον ὀφείλειν ἢ κηδεστῇ τὴν προῖκα μὴ ἀποδοῦναι. μὴ διαλυσάμενος μὲν γὰρ γίγνεται χρήστης ἄδηλος εἴτʼ ἀποδώσει δικαίως εἴτε μή, μετὰ δὲ τῆς γυναικὸς τἀκείνης ἀποδοὺς οἰκεῖος καὶ κηδεστής·