ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων. γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθʼ ὅσʼ ἡμῖν κατελείφθη χρήματʼ ἀπεστερηκότα τοῦτον μετʼ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος. τεκμήριον δὲ μέγιστον· μαρτυριῶν γὰρ πλέον ἢ πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δʼ ὡς παρῆσαν κομιζομένῳ, τῶν δʼ ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδʼ ᾗ τινι τούτων τῶν ψευδομαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλʼ ἢ ταύτην μίαν οὖσαν, ἐν ᾗ δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρτυρημένην. καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον (οὐ γὰρ ἔνεστʼ ἀργύριον), ἀλλʼ ἐξ ἐκείνων καθʼ ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο. ὅθεν οἱ τότʼ ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν. τίνος οὖν ἕνεκʼ ἐκείνας μὲν εἴασε, τῇδε δʼ ἐπεσκήψατο; ἐγὼ καὶ τοῦτο διδάξω. τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου. τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν. ἀποκρίσει δʼ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθʼ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτʼ ἐφʼ ἑαυτῷ γενήσεσθαι. διὰ ταῦτα τήνδε διώκει. βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλʼ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. σκοπεῖτε δʼ ἀκούσαντες.