ἐγὼ γὰρ πανταχῇ τοῦτον ἐλέγξαι βουλόμενος, καὶ τὰς τέχνας αὐτοῦ καὶ τὰς πανουργίας ἐμφανεῖς ὑμῖν καταστῆσαι πειρώμενος, ἠρόμην αὐτὸν πόσʼ εἴη τὰ χρήματα τὸ πλῆθος, καθʼ ἃ τὸν Μιλύαν ὡς συνειδότʼ ἐξῄτησεν· οὗτος δὲ ψευσάμενος περὶ πάντων ἔφησεν. περὶ μὲν τοίνυν ἔφην ἐγώ τούτου παραδώσω σοι τὸν ἔχοντα τἀντίγραφα ὧν σύ με προὐκαλέσω. προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθʼ ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημʼ ἔλαττον ὧν ὦφλες, καθʼ ἃ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας. ταῦτʼ ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι. καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτʼ ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλʼ οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. οὐ τοίνυν ἐγὼ μὲν ταῦθʼ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλʼ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατʼ ἐκείνων. ὁ δʼ οὔτʼ ἐκείνοις οὔτʼ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλʼ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. λάβʼ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς; οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντʼ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ·