εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερʼ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθʼ ἕκασθʼ ὑμᾶς αὐτῶν. νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθʼ ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων. καὶ ταῦτʼ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν· νῦν δʼ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν· ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθʼ ἡμῶν ἐσθʼ ὁ πονηρός. οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλʼ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δʼ ἔλεον. καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότʼ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδʼ ἂν οὕτως, τὰ παρʼ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δʼ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα. νῦν δὲ τοὐναντίον ἐστίν· οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδʼ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δʼ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματʼ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδʼ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματʼ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδʼ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν. ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τινʼ ἀνεπιείκειαν καταγνοίητε. περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς· καὶ νῦν δʼ ὡς ἐν κεφαλαίοις ἀκηκόατε· περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι. τοῦτο δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως· ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν. ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότʼ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτʼ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντʼ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δʼ οὐδὲν ὑγιὲς εἴρηκεν. ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστʼ ἂν μάθοιτε κἀγὼ τάχιστʼ ἂν διδάξαιμι.