νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δʼ ἦν· αὐτὴν δὲ τὴν διαθήκην, διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δʼ οὐκ ἐσημήναντο, οὐδʼ αὐτὴν ἀπέδοσαν. ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν. ἀλλʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι τοῦτʼ ἔστιν. οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδʼ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ. πότερον ἐμοί; ἢ τῇ πόλει; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτʼ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε. δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον. τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστʼ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε· ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις. ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκʼ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν. ἀλλʼ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα, πολλῷ πλείονʼ ὄντα τούτων, πάνθʼ ὑμᾶς ἔχειν ἐστίν, ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε. καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε, πάλιν δʼ εἰληφέναι κατʼ ἀλλήλων μαρτυρεῖτε. φάσκοντες δʼ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε. πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε. καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες. λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθʼ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν. ΜΑΡΤΥΡIΑΙ.