<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p>οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑΙ.</label></p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων; τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα.</p></div><div type="textpart" subtype="section" n="48"><p>τῶν δʼ ἄλλων τὰ μὲν πεπρακότα καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δʼ ὡς ἑαυτὸν λαβόντα καὶ ταῦτʼ ἠφανικότα, ἔτι δὲ παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, τἄλλʼ οὕτω πάντα διῳκηκότα, ὡς οὐδʼ ἂν οἱ ἔχθιστοι διοικήσειαν; ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν.</p></div><div type="textpart" subtype="section" n="49"><p rend="indent">ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ λέγειν, ὡς ἀπὸ τῶν χρημάτων χρέα τε πάμπολλʼ ἐκτέτεικεν ὑπὲρ ἐμοῦ Δημοφῶντι καὶ Θηριππίδῃ τοῖς συνεπιτρόποις, καὶ ὡς πολλὰ τῶν ἐμῶν λάβοιεν, οὐδέτερʼ ἔχων ἐπιδεικνύναι τούτων. οὔτε γὰρ ὡς ὀφείλοντά με κατέλιπεν ὁ πατὴρ ἐν τοῖς γράμμασιν ἀπέφηνεν, οὐδʼ οἷς ἀποδεδωκέναι ταῦτʼ ἔφη παρέσχηται μάρτυρας, οὔτʼ αὖ τὸν ἀριθμὸν τῶν χρημάτων εἰς τοὺς συνεπιτρόπους ἐπανέφερεν ὅσον αὐτὸς φαίνεται λαβών, ἀλλὰ πολλοῖς ἐλάττω χρήμασιν.</p></div><div type="textpart" subtype="section" n="50"><p>ἐρωτηθεὶς δʼ ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθʼ ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν ἢ τἀρχαῖʼ ἀναλίσκων διῴκηκεν, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων ἢ τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτʼ ἀπεκρίνατʼ οὐδέν, προὐκαλεῖτο δʼ ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν.</p></div></div></body></text></TEI>