καὶ ταῦτα μὲν οἴκοι κατέλιπεν πάντα, ναυτικὰ δʼ ἑβδομήκοντα μνᾶς, ἔκδοσιν παρὰ Ξούθῳ, τετρακοσίας δὲ καὶ δισχιλίας ἐπὶ τῇ τραπέζῃ τῇ Πασίωνος, ἑξακοσίας δʼ ἐπὶ τῇ Πυλάδου, παρὰ Δημομέλει δὲ τῷ Δήμωνος υἱεῖ χιλίας καὶ ἑξακοσίας, κατὰ διακοσίας δὲ καὶ τριακοσίας ὁμοῦ τι τάλαντον διακεχρημένον. καὶ τούτων αὖ τῶν χρημάτων τὸ κεφάλαιον πλέον ἢ ὀκτὼ τάλαντα καὶ πεντήκοντα μναῖ γίγνονται. συμπάντων δʼ εἰς τέτταρα καὶ δέκα τάλανθʼ εὑρήσετε σκοποῦντες. καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτʼ ἦν τὸ καταλειφθέν, ὦ ἄνδρες δικασταί. ὅσα δʼ αὐτῆς διακέκλεπται καὶ ὅσʼ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλʼ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. ἃ μὲν οὖν Δημοφῶν ἢ Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότʼ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατʼ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν· ἃ δὲ τοῦτον ἔχοντʼ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδʼ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθʼ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων. οὗτος γὰρ εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα. καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς. καὶ ἐπειδὴ εἶχεν, ἐκπλεῖν μέλλων εἰς Κέρκυραν τριήραρχος, ἀπέγραψε ταῦτα πρὸς Θηριππίδην ἔχονθʼ ἑαυτὸν καὶ ὡμολόγει κεκομίσθαι τὴν προῖκα. καὶ πρῶτον μὲν τούτων Δημοφῶν καὶ Θηριππίδης, οἱ τούτου συνεπίτροποι, μάρτυρές εἰσιν· ἔτι δὲ καὶ ὡς αὐτὸς ὡμολόγει ταῦτʼ ἔχειν, Δημοχάρης θʼ ὁ Λευκονοεύς, ὁ τὴν τηθίδα τὴν ἐμὴν ἔχων, καὶ ἄλλοι πολλοὶ μάρτυρες γεγόνασιν. οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκʼ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. οὗτος δʼ ἀκούσας οὔτʼ ἠμφεσβήτησεν μὴ ἔχειν οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλʼ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι· τοῦτʼ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστʼ ἔχειν μοι πάντα καλῶς.