χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμʼ ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλʼ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν. καίτοι πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρʼ εἶναι, τὴν δʼ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι; πάλιν τοίνυν ὅταν τις ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἐφʼ οἷς οἱ νόμοι κελεύουσι τὸ λοιπὸν μὴ γράφεσθαι μηδʼ ἀπάγειν μηδʼ ἐφηγεῖσθαι, τὸν αὐτὸν τρόπον παρὰ ταῦτʼ οὐδεὶς οἴεται δεῖν πράττειν τῶν ἐνόχων ὄντων τούτοις τοῖς ἐπιτιμίοις. Ἀριστογείτονι δέ, ὡς ἔοικε, μόνῳ τῶν ἁπάντων οὐδὲν οὔτε δικαστήριον οὔτε νόμος κυριώτερόν ἐστι τῆς αὑτοῦ βουλήσεως.