ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν παλαιῶν εἰ βούλεσθʼ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις. Ἀριστείδην μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντʼ ἐν Αἰγίνῃ διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντήκοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν. ὃ καὶ δεινότατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιήσαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δʼ ἐξημαρτηκότα, τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον καὶ τὸ δίκαιον ἐξουσίαν παρʼ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα. καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφʼ ὑμῶν αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε· οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθʼ ἀκριβῶς ἐξετάζειν.