διὰ γὰρ τούτους τὰ κοινὰ καὶ βλάπτεσθαι πέφυκεν, ἐὰν ὦσι φαῦλοι, καὶ τὰ μέγιστα πάλιν ὠφελεῖσθαι, ἐὰν ὦσιν ἐπιεικεῖς καὶ θέλωσιν ἐμμένειν τοῖς νόμοις. ὡς ἐὰν ἅπαξ δῶτε τοῖς ὑπὲρ τῶν κοινῶν ἐγχειροῦσί τι πράττειν τὸ παρανομεῖν καὶ καταφρονεῖν τῶν ὡρισμένων δικαίων, ἀναγκαῖόν ἐστιν ἅπαντας ἀπολαύειν τοὺς μετέχοντας τῆς πόλεως. ὥσπερ γὰρ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν τις ἁμάρτῃ, βραχεῖαν τὴν βλάβην ἤνεγκεν, ὅταν δʼ ὁ κυβερνήτης ἀποσφαλῇ, κοινὴν τὴν ἀτυχίαν ἅπασι τοῖς ἐμπλέουσι παρεσκεύασεν, ὡσαύτως τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εἰς τὸ πλῆθος, εἰς δʼ αὐτοὺς ἤνεγκε τὰς βλάβας, τὰ δὲ τῶν ἀρχόντων καὶ πολιτευομένων εἰς ἅπαντας ἀφικνεῖται.