καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν ὑπὲρ τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν; καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμʼ ἐκεῖνʼ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί. τὸ μὲν γὰρ ἴσον καὶ κοινὸν ἅπασι τοῖς πολίταις ἦν, τὸ δʼ ἄνισον καὶ σοὶ μόνῳ τῶν ἐν τῇ πόλει τὴν πλεονεξίαν κατασκευάζον· καὶ τὸ μὲν ὑπὲρ τοῦ μὴ γενέσθαι τὴν εἰρήνην ἐφʼ ᾧ θʼ ἕνα κύριον τῆς ὅλης πολιτείας καταστῆναι, τὸ δʼ ὑπὲρ τοῦ τὰ τουτωνὶ δόγματα καὶ νόμιμα ἐκ παλαιοῦ παραδοθένθʼ ὑπὸ τῶν προγόνων σοὶ μόνῳ δεδόσθαι ἐξουσίαν ἀδεῶς παραβαίνοντι καὶ πράττοντι ὅ τι ἂν βουληθῇς.