<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p>καὶ ταῦτα πάνθʼ οὕτω διαφυλάττουσιν οὐδεπώποτʼ οὔθʼ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν. ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν ἢ βουλευομένους ἢ μαχομένους περιεῖναι, τῶν δὲ νόμων ἢ προαιρουμένους ἢ συναναγκαζομένους ἡττᾶσθαι. καὶ ταῦθʼ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρʼ αὐτοῦ τούτου συνωμολόγηται.</p></div></div></body></text></TEI>