<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="96"><p>ὡδὶ γὰρ ὁρᾶτε. οὐδένα πώποτʼ ἴσως ὑμῶν ἔχις ἔδακεν οὐδὲ φαλάγγιον, μηδὲ δάκοι· ἀλλʼ ὅμως ἅπαντα τὰ τοιαῦτα, ἐπὰν ἴδητε, ἀποκτείνετε. τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅταν συκοφάντην καὶ πικρὸν καὶ ἔχιν τὴν φύσιν ἄνθρωπον ἴδητε, μὴ πόθʼ ἕκαστον ὑμῶν δήξεται περιμένετε, ἀλλʼ ὁ προστυχὼν ἀεὶ τιμωρησάσθω.</p></div></div></body></text></TEI>