ὡδὶ γὰρ ὁρᾶτε. οὐδένα πώποτʼ ἴσως ὑμῶν ἔχις ἔδακεν οὐδὲ φαλάγγιον, μηδὲ δάκοι· ἀλλʼ ὅμως ἅπαντα τὰ τοιαῦτα, ἐπὰν ἴδητε, ἀποκτείνετε. τὸν αὐτὸν τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὅταν συκοφάντην καὶ πικρὸν καὶ ἔχιν τὴν φύσιν ἄνθρωπον ἴδητε, μὴ πόθʼ ἕκαστον ὑμῶν δήξεται περιμένετε, ἀλλʼ ὁ προστυχὼν ἀεὶ τιμωρησάσθω. Λυκοῦργος μὲν οὖν τὴν Ἀθηνᾶν ἐμαρτύρετο καὶ τὴν μητέρα τῶν θεῶν, καὶ καλῶς ἐποίει. ἐγὼ δὲ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ, ὧν οὐδʼ ὁ χρόνος τὴν μνήμην ἠφάνικεν, εἰκότως· ἐπολιτεύοντο γὰρ οὐχὶ τοῖς πονηροτάτοις καὶ συκοφάνταις συνεργεῖν διδόντες ἑαυτούς, οὐδὲ τὸν ἐντὸς τείχους φθόνον ἀσκοῦντες ἐπʼ ἀλλήλους, ἀλλὰ καὶ τῶν ῥητόρων καὶ τῶν ἰδιωτῶν τοὺς μὲν σώφρονας καὶ χρηστοὺς τιμῶντες, τοὺς δὲ πονηροὺς καὶ θρασεῖς μισοῦντες καὶ κολάζοντες. ἐξ ὧν πάντες ἀθληταὶ τῶν καλῶν ἔργων ἐγένοντο. ἓν δʼ εἰπὼν ἔτι παύσασθαι βούλομαι. ἔξιτʼ αὐτίκα δὴ μάλʼ ἐκ τοῦ δικαστηρίου, θεωρήσουσι δʼ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται, καὶ κατʼ ἄνδρʼ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους. τί οὖν ἐρεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ προέμενοι τοὺς νόμους ἔξιτε; ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε; πῶς δʼ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε; οὐ γὰρ δήπου καθʼ ἕνʼ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθʼ ἅπαντες κοινῇ. πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε; τί ἐρεῖτʼ, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε; ἀρέσκειν τοῦτον ὑμῖν; καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν; τίς ὁ τῆς τούτου πονηρίας μετʼ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλʼ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι; οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι.