ἐπειδὰν οὖν τις ὑμῶν ἐφʼ οἷς οὗτος ἀσελγαίνει λυπηθεὶς εἴπῃ τοῦτον δὲ ταῦτα ποιεῖν, καὶ ταῦτʼ ὀφείλοντα τῷ δημοσίῳ, τί δʼ; οὐ καὶ ὁ δεῖνα φησὶν ὀφείλει ; τὸν ἐχθρὸν ἕκαστος ὑπειπὼν τὸν αὑτοῦ· ὥστε τὴν πονηρίαν τὴν τούτου αἰτίαν εἶναι τῶν βλασφημιῶν αἳ περὶ τῶν οὐχ ὁμοίων τούτῳ διὰ τοῦτον γίγνονται. λοιπὸν τοίνυν ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἀπαλλαγῆναι βουλομένοις τούτου, ἀδίκημα σαφὲς καὶ ἐναργὲς ἔχοντας ἐκ τῶν νόμων, μάλιστα μὲν αὐτῷ θανάτου τιμῆσαι, εἰ δὲ μή, τοσοῦτον ἀναθεῖναι τίμημα χρημάτων ὅσον μὴ δυνήσεται φέρειν· ἄλλη γὰρ οὐκ ἔστιν ἀπαλλαγὴ τούτου, σαφῶς ἐπίστασθε. καὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μὲν ἄλλων ἀνθρώπων ἄν τις ἴδοι τοὺς μὲν βελτίστους καὶ μετριωτάτους αὐτῇ τῇ φύσει πάντα ποιοῦντας ἑκόντας ἃ δεῖ, τοὺς δὲ χείρους μὲν τούτων, ἔξω δὲ τοῦ πονηροὺς ἄγαν κληθῆναι, τῷ φόβῳ τῷ πρὸς ὑμᾶς καὶ τῷ τοῖς αἰσχροῖς καὶ λόγοις καὶ ὀνείδεσιν ἀλγεῖν εὐλαβουμένους ἐξαμαρτάνειν· τοὺς δὲ πονηροτάτους καὶ ἐξαγίστους ὀνομαζομένους τάς γε συμφορὰς σωφρονίζειν λέγουσιν. οὑτοσὶ τοίνυν Ἀριστογείτων τοσοῦτον ὑπερῆρκεν ἅπαντας ἀνθρώπους πονηρίᾳ ὥστʼ οὐδὲ παθὼν ἐνουθετήθη, ἀλλʼ ἐπὶ τοῖς αὐτοῖς ἀδικήμασι καὶ πλεονεκτήμασιν πάλιν εἴληπται. καὶ τοσούτῳ πλείονος ὀργῆς ἄξιός ἐστιν νῦν ἢ πρότερον, ὅσῳ τότε μὲν γράφειν μόνον ᾤετο δεῖν παρὰ τοὺς νόμους, νυνὶ δὲ πάντα ποιεῖν, αἰτιᾶσθαι, λέγειν, διαβάλλειν, βλασφημεῖν, θανάτου τιμᾶσθαι, εἰσαγγέλλειν, κακολογεῖν τοὺς ἐπιτίμους αὐτὸς ὀφείλων τῷ δημοσίῳ· τούτου γὰρ οὐδέν ἐστι δεινότερον. τὸ μὲν οὖν νουθετεῖν τοῦτον μανία· ὃς γὰρ οἷς ὁ δῆμος ἅπας τοὺς ἐνοχλοῦντας ἑαυτὸν νουθετεῖ θορύβοις μηδεπώποθʼ ὑπεῖξε μηδὲ διετράπη, ταχύ γʼ ἂν φροντίσειέ τι τοῦ παρʼ ἑνὸς λόγου. ἀνίατον, ἀνίατον, ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμʼ ἔστι τὸ τούτου. δεῖ δὴ πάντας, ὥσπερ οἱ ἰατροί, ὅταν καρκίνον ἢ φαγέδαιναν ἢ τῶν ἀνιάτων τι κακῶν ἴδωσιν, ἀπέκαυσαν ἢ ὅλως ἀπέκοψαν, οὕτω τοῦτο τὸ θηρίον ὑμᾶς ἐξορίσαι, ῥῖψαι ἐκ τῆς πόλεως, ἀνελεῖν, μὴ περιμείναντάς τι παθεῖν, ὃ μήτʼ ἰδίᾳ μήτε δημοσίᾳ γένοιτο, ἀλλὰ προευλαβηθέντας.