<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="78"><p>ἀλλʼ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότʼ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλʼ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλʼ οὔτʼ εἰσὶν οὔτʼ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδʼ ἐλευθέρῳ;</p></div></div></body></text></TEI>