<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="75"><p>ἀλλʼ ἔγωγε ταῦθʼ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτʼ οἴεσθʼ εἶναι. ἐὰν ἡ γῆ μὲν ἄνω, τὰ δʼ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλʼ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν ἡ μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δʼ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότʼ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.</p></div></div></body></text></TEI>